“Ἐπεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θεραπεύοντες αὐτόν. ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη καὶ προσδοκία διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ Ἀγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν θέαν. ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατασκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατακείμενον ἔν τινι πόᾳ παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπῄει, καὶ λέγειν ὅτι τοῦτο ἦν τὸ μυθολογούμενον "ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν".”

Share & Save

Meaning

Not documented yet.

When It Was Said

Not documented yet.

Who It Was Said To

Not documented yet.

Historical Context

Not documented yet.

Source

Not documented yet.

Original Language & Translation

Originally said in English.

Did They Really Say It?

Not documented yet.

Did You Know?

Not documented yet.

About Agesilaus II

Agesilaus II is quoted here; further biographical details are not publicly available.

More from Agesilaus II (19 quotes) →